Tuesday, December 25, 2012

An Athonite Christmas Carol



This Athonite Christmas Carol is set alphabetically, that is, each theological verse begins with a succeeding letter from the Greek alphabet.

Άναρχος Θεός καταβέβηκεν και εν τη Παρθένω κατώκησεν
Βασιλεύς των όλων και Κύριος, ήλθε τον Αδάμ αναπλάσασθαί
Γηγενείς σκιρτάτε και χαίρεσθε, τάξεις των αγγέλων ευφραίνεσθε
Δέξαι Βηθλεεμ τον Δεσπότην σου, Βασιλέα πάντω και Κύριον
Εξ ανατολών Μάγοι έρχονται, δώρα προσκομίζοντες άξια
Ζητούν προσκυνήσαι τον Κύριον, τον εν τω σπηλαίω τικτόμενον
Ήνεγγεν αστήρν μάγους οδηγών, ένδον του σπηλαίου εκόμισεν
Θεός, βασιλεύς προαιώνιος, τίκτεται εκ κόρης Θεόπαιδος
Ιδών ο Ηρώδης ως έμαθεν, όλω εξεπλάγη ο δείλαιος
Κράζει και βοά προς τους ιερείς, τους δοξολογούντας τον Κύριον
Λέγετε σοφοί και διδάκαλοι άρα που γεννάται ο Κύριος;
Μέγα και φρικτόν το τεράστιον, ο εν ουρανοίς επεδήμησεν
Νύκτα Ιωσήφ ρήμα ήκουσε, άγγελος Κυρίου ελάλησεν
Ξένον και παράδοξον άκουσμα και η συγκατάβασις άρρητος
Ο μακροθυμίσας και εύσπλαχνος, πάντων υπομένει τα πταίσματα
Πάλιν ουρανοί ανεώχθησαν άγγλοι αυτού ανυμνήτωσαν
Ρήτορες ελθόντες προσέπεσον βασιλέα μέγαν και ένδοξον
Σήμερον η κτίσις αγάλλεται και πανηγύρίζει κι ευφραίνεται
Τάξεις των αγγέλων εξέστησαν επί το παράδοξον θέαμα
Ύμνους και δεήσεις ανέμελπον των πάντων δεσπότην και άνακτα
Φως εν τω σπηλαίω ανέτειλε και τοις εν τω σκότει επέλαμψε
Χαίρουσα η φύσις αγάλλεται και πανηγυρίζει κι ευφραίνεται
Ψάλλοντες Χριστόν, τον Θεόν ημών, τον εν τω σπηλαίω τικτόμενον
Ω Παρθενομήτορ και Δέσποινα, σώζε του εις Σε καταφεύγοντας.
To read more about supporting the ministry of the Mystagogy Resource Center, please visit the DONATE page. Thank you.

Please Visit Our Sponsors

BannerFans.com