June 4, 2020

Seventh Thursday after Pascha: Epistle and Gospel Reading


 Epistle Reading

Prokeimenon. Mode Plagal 4.
Psalm 18.4,1
Their voice has gone out into all the earth.
Verse: The heavens declare the glory of God.

The reading is from Acts of the Apostles 25:13-19

English

In those days, Agrippa the king and Bernice arrived at Caesarea to welcome Festus. And as they stayed there many days, Festus laid Paul's case before the king, saying, "There is a man left prisoner by Felix; and when I was at Jerusalem, the chief priests and the elders of the Jews gave information about him, asking for sentence against him. I answered them that it was not the custom of the Romans to give up any one before the accused met the accusers face to face, and had opportunity to make his defense concerning the charge laid against him. When therefore they came together here, I made no delay, but on the next day took my seat on the tribunal and ordered the man to be brought in. When the accusers stood up, they brought no charge in his case of such evils as I supposed; but they had certain points of dispute with him about their own superstition and about one Jesus, who was dead, but whom Paul asserted to be alive."

Προκείμενον. Ήχος πλ. δ'.
ΨΑΛΜΟΙ 18.4,1
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Πράξεις Ἀποστόλων 25:13-19 τὸ ἀνάγνωσμα

Greek

Ἐν ταῖς ἡμεραῖς ἐκείναις, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν, ἀσπασάμενοι τὸν Φῆστον. Ὡς δὲ πλείους ἡμέρας διέτριβεν ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατʼ αὐτοῦ δίκην. Πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰςN ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. Συνελθόντων οὖν αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ, ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν.

Gospel Reading

Gospel According to John 16:23-33

English

The Lord said to his disciples, "Truly, truly, I say to you, if you ask anything of the Father, he will give it to you in my name. Hitherto you have asked nothing in my name; ask, and you will receive, that your joy may be full. I have said this to you in figures; the hour is coming when I shall no longer speak to you in figures but tell you plainly of the Father. In that day you will ask in my name; and I do not say to you that I shall pray the Father for you; for the Father himself loves you, because you have loved me and have believed that I came from the Father. I came from the Father and have come into the world; again, I am leaving the world and going to the Father." His disciples said, "Ah, now you are speaking plainly, not in any figure! Now we know that you know all things, and need none to question you; by this we believe that you came from God." Jesus answered them, "Do you now believe? The hour is coming, indeed it has come, when you will be scattered, every man to his home, and will leave me alone; yet I am not alone, for the Father is with me. I have said this to you, that in me you may have peace."

Greek

Εἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅσα ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν. ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη. Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἀλλ᾽ ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀναγγελῶ ὑμῖν. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον. ἐξῆλθον παρὰ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα. Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ἴδε νῦν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ. ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες. ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιησοῦς· ἄρτι πιστεύετε· ἰδοὺ ἔρχεται ὥρα, καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ᾽ ἐμοῦ ἐστι. ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.