April 23, 2020

Saint George the Great Martyr: Epistle and Gospel Reading


Saint George the Great Martyr

April 23rd

Matins Gospel Reading

Gospel According to Luke 21:12-19

English

The Lord said to his disciples, "Beware of men who will lay their hands on you and persecute you, delivering you up to the synagogues and prisons, and you will be brought before kings and governors for my name's sake. This will be a time for you to bear testimony. Settle it therefore in your minds, not to meditate beforehand how to answer; for I will give you a mouth and wisdom, which none of your adversaries will be able to withstand or contradict. You will be delivered up even by parents and brothers and kinsmen and friends, and some of you they will put to death; you will be hated by all for my name's sake. But not a hair of your head will perish. By your endurance you will gain your lives."

Greek

Εἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

 Epistle Reading

Prokeimenon. Grave Mode.
Psalm 63.11,1
The righteous shall rejoice in the Lord.
Verse: Oh God, hear my cry.

Acts of the Apostles 12:1-11

English

About that time, Herod the king laid violent hands upon some who belonged to the church. He killed James the brother of John with the sword; and when he saw that it pleased the Jews, he proceeded to arrest Peter also. This was during the days of Unleavened Bread. And when he had seized him, he put him in prison, and delivered him to four squads of soldiers to guard him, intending after the Passover to bring him out to the people. So Peter was kept in prison; but earnest prayer for him was made to God by the Church. The very night when Herod was about to bring him out, Peter was sleeping between two soldiers, bound with two chains, and sentries before the door were guarding the prison; and behold, an angel of the Lord appeared, and a light shone in the cell; and he struck Peter on the side and woke him, saying, "Get up quickly." And the chains fell off his hands. And the angel said to him, "Wrap your mantle around you and follow me." And he went out and followed him; he did not know that what was done by the angel was real, but thought he was seeing a vision. When they had passed the first and the second guard, they came to the iron gate leading into the city. It opened to them of its own accord, and they went out and passed on through one street; and immediately the angel left him. And Peter came to himself, and said, "Now I am sure that the Lord has sent his angel and rescued me from the hand of Herod and from all that the Jewish people were expecting."

Προκείμενον. Ήχος βαρύς.
ΨΑΛΜΟΙ 63.11,1
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Πράξεις Ἀποστόλων 12:1-11 τὸ ἀνάγνωσμα

Greek

Κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν ῾Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ ᾿Ιάκωβον τὸν ἀδελφὸν ᾿Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς ᾿Ιουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. ῞Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ ῾Ηρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν εἶπέ τε ὁ Ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω· καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν· καὶ εὐθέως ἀπέστη ὁ Ἄγγελος ἀπ᾿ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν Ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς ῾Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ᾿Ιουδαίων.

Gospel Reading

Gospel According to John 15:17-27; 16:1-2

English

The Lord said to his disciples: "This I command you, to love one another. If the world hates you, know that it has hated me before it hated you. If you were of the world, the world would love its own; but because you are not of the world, but I chose you out of the world, therefore the world hates you. Remember the word that I said to you, 'A servant is not greater than his master.' If they persecuted me, they will persecute you; if they kept my word, they will keep yours also. But all this they will do to you on my account, because they do not know him who sent me. If I had not come and spoken to them, they would not have sin; but now they have no excuse for their sin. He who hates me hates my Father also. If I had not done among them the works which no one else did, they would not have sin; but now they have seen and hated both me and my Father. It is to fulfill the word that is written in their law, 'They hated me without a cause.' But when the Counselor comes, whom I shall send to you from the Father, even the Spirit of truth, who proceeds from the Father, he will bear witness to me; and you also are witnesses, because you have been with me from the beginning. I have said all this to you to keep you from falling away. They will put you out of the synagogues; indeed, the hour is coming when whoever kills you will think he is offering service to God."

Greek

Εἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.